Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε!
Kαὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα· Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις, χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον, χαῖρε, γαστὴρ […]







